Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.68 Dem. 19.71 (English) >>Dem. 19.74

19.70ἵνα τοίνυν εἰδῆθʼ ὅτι καὶ κατάρατός ἐστιν ὑφʼ ὑμῶν, καὶ οὐδʼ ὅσιον ὑμῖν οὐδʼ εὐσεβές ἐστι τοιαῦτʼ ἐψευσμένον αὐτὸν ἀφεῖναι, λέγε τὴν ἀρὰν καὶ ἀνάγνωθι λαβὼν τὴν ἐκ τοῦ νόμου ταυτηνί.Ἀρά

ταῦθʼ ὑπὲρ ὑμῶν, ἄνδρες Ἀθηναῖοι, καθʼ ἑκάστην τὴν ἐκκλησίαν κῆρυξ εὔχεται νόμῳ προστεταγμένα, καὶ ὅταν βουλὴ καθῆται, παρʼ ἐκείνῃ πάλιν. καὶ ταῦτʼ οὐκ ἔνεστιν εἰπεῖν τούτῳ ὡς οὐκ εὖ ᾔδει· ὑπογραμματεύων γὰρ ὑμῖν καὶ ὑπηρετῶν τῇ βουλῇ αὐτὸς ἐξηγεῖτο τὸν νόμον τοῦτον τῷ κήρυκι. 19.71πῶς οὖν οὐκ ἄτοπον καὶ ὑπερφυὲς ἂν πεποιηκότες ὑμεῖς εἴητε, εἰ προστάττετε, μᾶλλον δʼ ἀξιοῦτε ποιεῖν ὑπὲρ ὑμῶν τοὺς θεούς, ταῦτʼ αὐτοὶ κύριοι γεγενημένοι τήμερον μὴ ποιήσαιτε, ἀλλʼ ὃν ἐκείνοις εὔχεσθʼ ἐξώλη ποιεῖν αὐτὸν καὶ γένος καὶ οἰκίαν, τοῦτον ἀφείητʼ αὐτοί; μηδαμῶς· ὃς γὰρ ἂν ὑμᾶς λάθῃ, τοῦτον ἀφίετε τοῖς θεοῖς κολάζειν· ὃν δʼ ἂν αὐτοὶ λάβητε, μηκέτʼ ἐκείνοις περὶ τούτου προστάττετε.

19.72εἰς τοίνυν τοῦτʼ ἀναιδείας καὶ τόλμης αὐτὸν ἥξειν ἀκούω, ὥστε πάντων τῶν πεπραγμένων ἐκστάντα, ὧν ἀπήγγειλεν, ὧν ὑπέσχετο, ὧν πεφενάκικε τὴν πόλιν, ὥσπερ ἐν ἄλλοις τισὶ κρινόμενον καὶ οὐκ ἐν ὑμῖν τοῖς ἅπαντʼ εἰδόσι, πρῶτον μὲν Λακεδαιμονίων, εἶτα Φωκέων, εἶθʼ Ἡγησίππου κατηγορήσειν. ἔστι δὲ ταῦτα γέλως, μᾶλλον δʼ ἀναισχυντία δεινή.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.68 Dem. 19.71 (English) >>Dem. 19.74

Powered by PhiloLogic